Psalms 57

1
LXX: Psa.56:1
εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ Εἰς τὸ σπήλαιον.
LXX: Psa.56:2
ἐλέησόν με, θεός, Ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἀνομία.
2
LXX: Psa.56:3
κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με.
3
LXX: Psa.56:4
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. διάψαλμα. ἐξαπέστειλεν θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
4
LXX: Psa.56:5
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
5
LXX: Psa.56:6
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.
6
LXX: Psa.56:7
παγίδα ἡτοίμασαν τοῖς ποσίν μου· καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. διάψαλμα.
7
LXX: Psa.56:8
ἑτοίμη καρδία μου, θεός, ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
8
LXX: Psa.56:9
ἐξεγέρθητι, δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
9
LXX: Psa.56:10
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν,
10
LXX: Psa.56:11
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου. καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου
11
LXX: Psa.56:12
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.
Copyright information for LXX